Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.41 Dem. 24.44 (English) >>Dem. 24.47

24.43καλῶς ἐχόντων τῶν νόμων, ἄνδρες δικασταί, τῶν ὑπαρχόντων, ὅδʼ νῦν ἀναγνωσθεὶς νόμος ὡσπερεὶ διώρισεν καὶ βεβαιοτέρους ἐποίησεν αὐτούς. κελεύει γὰρ ἕκαστον ἀφʼ ἧς ἡμέρας ἐτέθη κύριον εἶναι, πλὴν εἴ τῳ χρόνος προσγέγραπται, τούτῳ δὲ τὸν γεγραμμένον ἄρχειν. διὰ τί; ὅτι πολλοῖς τῶν νόμων προσεγέγραπτοτὸν δὲ νόμον εἶναι κύριον τόνδʼ ἀπὸ τοῦ μετὰ τὸν νῦν ἄρχοντα.” ὕστερον δὲ γράφων τιθεὶς ἐπὶ τούτοις τόνδε τὸν νόμον τὸν ἀνεγνωσμένον, οὐκ ἐνόμιζε δίκαιον εἶναι τοὺς αὐτοὺς τῶν νόμων ἀναγεγραμμένους ὕστερον ἐτέθησαν κυρίους εἶναι ἀνενεγκεῖν ἐπὶ τὴν ἡμέραν, ἀφʼ ἧς ἐτέθησαν, καὶ πρότερον ποιῆσαι κυρίους θεὶς ἕκαστον ἠξίωσεν. 24.44τούτῳ μέντοι τῷ νόμῳ σκέψασθʼ ὡς ἐναντίος ἐστὶν ὃν οὗτος τέθηκεν. μέν γε κελεύει τὸν γεγραμμένον χρόνον τὴν ἡμέραν ἀφʼ ἧς ἂν τεθῇ κυρίαν εἶναι· δʼ ἔγραψενκαὶ εἴ τινι προστετίμηται,” περὶ τῶν παρεληλυθότων λέγων. καὶ οὐδὲ τοῦθʼ ὥρισεν, ἄρχοντα προσγράψας ἀφʼ οὗ, ἀλλὰ πεποίηκεν οὐ μόνον πρὸ τῆς ἡμέρας ἐν τέθηκε κύριον τὸν νόμον, ἀλλὰ καὶ πρὸ τοῦ γενέσθαι τινʼ ἡμῶν· ἀόριστον γὰρ ἅπαντα τὸν παρεληλυθότα προσπεριείληφε χρόνον. καίτοι χρῆν σʼ, Τιμόκρατες, τοῦτον μὴ γράφειν ἐκεῖνον λύειν, οὐχ, ἵνʼ βούλει σὺ γένηται, πάντα τὰ πράγματα συνταράξαι. λέγʼ ἄλλον νόμον.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.41 Dem. 24.44 (English) >>Dem. 24.47

Powered by PhiloLogic